Ancient Greek
230 to 236
Flavius Josephus, Jewish Antiquities 230-6-236
Not analysed yet
καὶ πρῶτος ὁ Σαλώμης υἱὸς Ἀντίπατρος δεινότατός τε ὢν εἰπεῖν καὶ τῷ Ἀρχελάῳ ἐναντιώτατος ἔλεγεν Ἀρχελάῳ παιδιὰν τὸν περὶ τῆς ἀρχῆς εἶναι λόγον ἔργῳ τὴν δύναμιν αὐτῆς πρότερον ἢ Καίσαρα συγχωρῆσαι παρειληφότι, ἐπικαλῶν τὰ τετολμημένα ἐπὶ τοῖς ἀπολωλόσι κατὰ τὴν ἑορτήν· ὧν καὶ ἀδικούντων ἄλλως ἔσχεν τὴν τιμωρίαν εἰς τοὺς ἔξω χρῆσθαι δυναμένους ἀνακειμένην εἶναι, καὶ μὴ ὑπʼ ἀνδρὸς πεπρᾶχθαι, εἰ μὲν βασιλέως, ἀδικοῦντος τὸ Καίσαρος διαγνοίᾳ περὶ αὐτοῦ ἔτι χρώμενον, εἰ δὲ ἰδιώτου, πολὺ χειρόνως, διὰ τὸ μὴ βασιλείας ἀντιποιουμένῳ καλῶς ἂν συγκεχωρῆσθαι, διὰ τὸ Καίσαρα τῆς ἐπʼ αὐτοῖς ἐξουσίας ἀφαιρεῖσθαι. καθήπτετο δὲ αὐτοῦ ἡγεμόνων τινῶν ἐν τῷ στρατιωτικῷ μετάστασιν ἐπικαλῶν καὶ προκάθισιν ἐπὶ θρόνου βασιλείου καὶ δικῶν διάλυσιν ὡς ὑπὸ βασιλέως γενομένην κατανεύσεις τε αἰτήσεων τοῖς δημοσίᾳ αἰτουμένοις καὶ πάντων διάπραξιν, ὧν οὐδὲν ἂν μειζόνως ἐπινοῆσαι καθεσταμένον ὑπὸ τοῦ Καίσαρος εἰς τὴν ἀρχήν. ἀνετίθει δὲ αὐτῷ καὶ τῶν ἐκ τοῦ ἱπποδρόμου δεσμωτῶν τὴν ἄφεσιν καὶ πολλὰ τὰ μὲν γεγονότα τὰ δὲ καὶ πιστεύεσθαι δυνάμενα διὰ τὸ φύσιν ἔχειν γίνεσθαι ὑπό τε νεωτέρων καὶ φιλοτιμίᾳ τοῦ ἄρχειν προλαμβανόντων τὴν ἐξουσίαν, πένθους τε τοῦ ἐπὶ τῷ πατρὶ ἀμελείας καὶ κωμασμοὺς αὐτονυκτὶ τῇ ἐκείνου τελευτῇ γεγονότας, ἐφʼ οἷς δὴ καὶ τὴν πληθὺν ἀρχὴν τοῦ στασιάζειν λαβεῖν, εἰ τοιαῦτα εὐεργετήσαντος αὐτὸ τοῦ πατρὸς καὶ οὕτως μεγάλων ἠξιωκότος τοιοῖσδε ἀμείβεσθαι τὸν νέκυν, ὥσπερ ἐπὶ σκηνῆς δακρύειν μὲν προσποιούμενον τὰς ἡμέρας, ἀπολαύοντα δὲ ἡδονῇ τῇ ἐπὶ τῆς ἀρχῆς ὅσαι νύκτες. φανεῖσθαί τε καὶ περὶ τὸν Καίσαρα τοιόνδε ὄντα Ἀρχέλαον συγχωροῦντα τὴν βασιλείαν, ὁποῖος γένοιτο καὶ περὶ τὸν πατέρα· χορεύειν γὰρ καὶ ᾄδειν ὥσπερ ἐχθροῦ πεσόντος, ἀλλʼ οὐκ ἀνδρὸς οὕτως μὲν συγγενοῦς, τηλικαῦτα δʼ εὐεργετεῖν ἐξηγμένου. δεινότατόν τε πάντων ἀπέφηνε τὸ νῦν ἥκειν ἐπὶ Καίσαρος κατανεύσει τῇ ἐκείνου χρησόμενον τῇ βασιλείᾳ πάντων αὐτῷ προπεποιημένων, ὁπόσα γένοιτο ἂν ὑπὸ σοῦ βεβαίως ἤδη τοῦ αὐτοκράτορος παρεσχηκότος πρασσόμενα.