Ancient Greek · ~7 min
234 to 240
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 234-3-240
Not analysed yet
ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος ὁ Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω. Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼς καλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶς ἀρετῆς ἀπελείπετο, ἀλλʼ εὐσεβὴς μὲν τὰ πρὸς τὸν θεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν, ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν· ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦτα φιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷ ἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότα τῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶ δυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τι κατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴν ἐποιεῖτο. στρατευσάμενος δὲ καὶ ἐπὶ τοὺς Ἀμμανίτας καὶ κρατήσας αὐτῶν τῇ μάχῃ προσέταξεν αὐτοῖς φόρους κατὰ πᾶν ἔτος αὐτῷ τελεῖν ἑκατὸν τάλαντα καὶ σίτου κόρους μυρίους, τοσούτους δὲ καὶ κριθῆς. ηὔξησε δʼ οὕτω τὴν βασιλείαν, ὥστε ἀκαταφρόνητον μὲν αὐτὴν ἐκ τῶν πολεμίων εἶναι, τοῖς δʼ οἰκείοις εὐδαίμονα. Ἦν δέ τις κατὰ τοῦτον τὸν καιρὸν προφήτης Ναοῦμος ὄνομα, ὃς περὶ τῆς Ἀσσυρίων καταστροφῆς καὶ τῆς Νίνου προφητεύων ἔλεγεν, ὡς ἔσται Νινύας κολυμβήθρα ὕδατος κινουμένη· οὕτως καὶ ὁ δῆμος ἅπας ταρασσόμενος καὶ κλυδωνιζόμενος οἰχήσεται φεύγων λεγόντων πρὸς ἀλλήλους στῆτε καὶ μείνατε καὶ χρυσὸν αὑτοῖς καὶ ἄργυρον ἁρπάσατε. ἔσται δʼ οὐδεὶς βουλησόμενος· σώζειν γὰρ αὑτῶν ἐθελήσουσι τὰς ψυχὰς μᾶλλον ἢ τὰ κτήματα· δεινὴ γὰρ αὐτοὺς ἐν ἀλλήλοις ἔρις ἕξει καὶ θρῆνος πάρεσίς τε τῶν μελῶν, αἵ τε ὄψεις ὑπὸ τοῦ φόβου μέλαιναι τελέως αὐτοῖς γενήσονται.