Ancient Greek · ~2 min
241 to 242
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 241-3-242
Not analysed yet
ποῦ δὲ ἔσται τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ μήτηρ σκύμνων; λέγει δέ σοι ὁ θεός, Νινύα, ὅτι ἀφανιῶ σε καὶ οὐκέτι λέοντες ἐκ σοῦ πορευόμενοι ἐπιτάξουσι τῷ κόσμῳ. καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος ὁ προφήτης περὶ Νινύης, ἃ λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται.