Ancient Greek · ~7 min
246 to 251
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 246-5-251
Not analysed yet
Ὁ δὲ Σολόμωνος υἱὸς Ῥοβόαμος ὁ τῶν δύο φυλῶν βασιλεύς, ὡς προειρήκαμεν, ᾠκοδόμησε πόλεις ὀχυράς τε καὶ μεγάλας Βηθλεὲμ καὶ Ἠταμὲ καὶ Θεκωὲ καὶ Βηθσοὺρ καὶ Σωχὼ καὶ Ὀδολλὰμ καὶ Εἰπὰν καὶ Μάρισαν καὶ τὴν Ζιφὰ καὶ Ἀδωραὶμ καὶ Λάχεις καὶ Ἀζηκὰ καὶ Σαρὰμ καὶ Ἠλὼμ καὶ Χεβρῶνα. ταύτας μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ σιρομάστας εἰς πολλὰς μυριάδας. συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν· οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε· καὶ ηὔξησαν τὴν Ῥοβοάμου βασιλείαν ἐπʼ ἔτη τρία. γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ· καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον ἔστερξε τὴν Μαχάνην. εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι θυγατέρες δʼ ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν. Αἴτιον δʼ οἶμαι πολλάκις γίνεται κακῶν καὶ παρανομίας τοῖς ἀνθρώποις τὸ τῶν πραγμάτων μέγεθος καὶ ἡ πρὸς τὸ βέλτιον αὐτῶν τροπή· τὴν γὰρ βασιλείαν αὐξανομένην οὕτω βλέπων Ῥοβόαμος εἰς ἀδίκους καὶ ἀσεβεῖς ἐξετράπη πράξεις καὶ τῆς τοῦ θεοῦ θρησκείας κατεφρόνησεν, ὡς καὶ τὸν ὑπʼ αὐτῷ λαὸν μιμητὴν γενέσθαι τῶν ἀνομημάτων.