Ancient Greek · ~7 min
252 to 258
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 252-5-258
Not analysed yet
συνδιαφθείρεται γὰρ τὰ τῶν ἀρχομένων ἤθη τοῖς τῶν ἡγουμένων τρόποις, καὶ ὡς ἔλεγχον τῆς ἐκείνων ἀσελγείας τὴν αὑτῶν σωφροσύνην παραπέμποντες ὡς ἀρετῇ ταῖς κακίαις αὐτῶν ἕπονται· οὐ γὰρ ἔνεστιν ἀποδέχεσθαι δοκεῖν τὰ τῶν βασιλέων ἔργα μὴ ταὐτὰ πράττοντας. τοῦτο τοίνυν συνέβαινε καὶ τοῖς ὑπὸ Ῥοβοάμῳ τεταγμένοις ἀσεβοῦντος αὐτοῦ καὶ παρανομοῦντος σπουδάζειν, μὴ προσκρούσωσι τῷ βασιλεῖ θέλοντες εἶναι δίκαιοι. τιμωρὸν δὲ τῶν εἰς αὐτὸν ὕβρεων ὁ θεὸς ἐπιπέμπει τὸν Αἰγυπτίων βασιλέα Ἴσωκον, περὶ οὗ πλανηθεὶς Ἡρόδοτος τὰς πράξεις αὐτοῦ Σεσώστρει προσάπτει. οὗτος γὰρ ὁ Ἴσωκος πέμπτῳ ἔτει τῆς Ῥοβοάμου βασιλείας ἐπιστρατεύεται μετὰ πολλῶν αὐτῷ μυριάδων· ἅρματα μὲν γὰρ αὐτῷ χίλια καὶ διακόσια τὸν ἀριθμὸν ἠκολούθει, ἱππέων δὲ μυριάδες ἕξ, πεζῶν δὲ μυριάδες τεσσαράκοντα. τούτων τοὺς πλείστους Λίβυας ἐπήγετο καὶ Αἰθίοπας. ἐμβαλὼν οὖν εἰς τὴν χώραν τῶν Ἑβραίων καταλαμβάνει τε τὰς ὀχυρωτάτας τῆς Ῥοβοάμου βασιλείας πόλεις ἀμαχητὶ καὶ ταύτας ἀσφαλισάμενος ἔσχατον ἐπῆλθε τοῖς Ἱεροσολύμοις ἐγκεκλεισμένου τοῦ Ῥοβοάμου καὶ τοῦ πλήθους ἐν αὐτοῖς διὰ τὴν Ἰσώκου στρατείαν καὶ τὸν θεὸν ἱκετευόντων δοῦναι νίκην καὶ σωτηρίαν· ἀλλʼ οὐκ ἔπεισαν τὸν θεὸν ταχθῆναι μετʼ αὐτῶν· ὁ δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτʼ ἀκούσαντες εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες ὥρμησαν, ὅτι δικαίως αὐτοὺς ὁ θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ συγχέοντας τὰ νόμιμα. κατιδὼν δʼ αὐτοὺς ὁ θεὸς οὕτω διακειμένους καὶ τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην, ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ δουλεύειν ἐστὶν ἀπονώτερον ἢ θεῷ. παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλʼ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών.