Ancient Greek · ~7 min
249 to 254
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 249-254
Not analysed yet
πέμπτῃ δὲ καὶ δεκάτῃ διαδέχεται τὴν πάσχα ἡ τῶν ἀζύμων ἑορτὴ ἑπτὰ ἡμέρας οὖσα, καθʼ ἣν ἀζύμοις τρέφονται καὶ καθʼ ἑκάστην ἡμέραν ταῦροι σφάζονται δύο καὶ κριὸς μὲν εἷς ἑπτὰ δὲ ἄρνες. καὶ ταῦτα μὲν ὁλοκαυτεῖται προστιθεμένου τοῖς πᾶσι καὶ ἐρίφου ὑπὲρ ἁμαρτάδων εἰς εὐωχίαν κατὰ ἡμέραν ἑκάστην τοῖς ἱερεῦσιν. τῇ δὲ δευτέρᾳ τῶν ἀζύμων ἡμέρᾳ, ἕκτη δʼ ἐστὶν αὕτη καὶ δεκάτη, τῶν καρπῶν οὓς ἐθέρισαν, οὐ γὰρ ἥψαντο πρότερον αὐτῶν, μεταλαμβάνουσι καὶ τὸν θεὸν ἡγούμενοι τιμᾶν δίκαιον εἶναι πρῶτον, παρʼ οὗ τῆς εὐπορίας τούτων ἔτυχον, τὰς ἀπαρχὰς αὐτῷ τῆς κριθῆς ἐπιφέρουσι τρόπον τοιοῦτον. φρύξαντες τῶν ἀσταχύων τὸ δράγμα καὶ πτίσαντες καὶ καθαρὰς πρὸς ἄλεστον τὰς κριθὰς ποιήσαντες τῷ βωμῷ ἀσσαρῶνα προσφέρουσι τῷ θεῷ, καὶ μίαν ἐξ αὐτοῦ δράκα ἐπιβαλόντες τὸ λοιπὸν ἀφιᾶσιν εἰς χρῆσιν τοῖς ἱερεῦσι· καὶ τότε λοιπὸν δημοσίᾳ ἔξεστι πᾶσι καὶ ἰδίᾳ θερίζειν. θύουσι δʼ ἐπὶ ταῖς ἀπαρχαῖς τῶν καρπῶν ἀρνίον εἰς ὁλοκαύτωσιν τῷ θεῷ. Ἑβδόμης ἑβδομάδος διαγεγενημένης μετὰ ταύτην τὴν θυσίαν, αὗται δʼ εἰσὶν αἱ τῶν ἑβδομάδων ἡμέραι τεσσαράκοντα καὶ ἐννέα, ,ἣν Ἑβραῖοι ἀσαρθὰ καλοῦσι, σημαίνει δὲ τοῦτο πεντηκοστήν, καθʼ ἣν προσάγουσι τῷ θεῷ ἄρτον ἀλφίτων μὲν πυρίνων ἀσσαρῶνας δύο μετὰ ζύμης γεγονότων, θυμάτων δὲ ἄρνας δύο· ταῦτα μὲν γὰρ τῷ θεῷ προσάγειν νόμιμον μόνον, εἰς δὲ δεῖπνον τοῖς ἱερεῦσι σκευάζεται καὶ καταλιπεῖν οὐδέν ἐστιν ἐξ αὐτῶν εἰς τὴν ἐπιοῦσαν συγκεχωρημένον· ὁλοκαυτωθησομένους μόσχους τε θύουσι τρεῖς καὶ κριοὺς δύο καὶ ἄρνας τεσσαρεσκαίδεκα, ἐρίφους δὲ δύο ὑπὲρ ἁμαρτημάτων. ἔστι δʼ οὐδεμία τῶν ἑορτῶν, καθʼ ἣν οὐχ ὁλοκαυτοῦσιν οὐδὲ τῶν πόνων τῶν ἐπὶ τοῖς ἔργοις ἄνεσιν οὐ διδόασιν, ἀλλʼ ἐν πάσαις νόμιμον τό τε τῆς θυσίας εἶδος καὶ τὸ τῆς ἀργίας ἀταλαίπωρον καὶ πρὸς εὐωχίαις εἰσὶ τεθυκότες.