Ancient Greek · ~2 min
255 to 256
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 255-2-256
Not analysed yet
Ἐκ μέντοι τοῦ κοινοῦ σῖτος ὀπτὸς ζύμης ἄμοιρος, ἀσσαρῶνες δʼ εἴκοσι καὶ τέσσαρες εἰς τοῦτο ἀναλοῦνται. ὀπτῶνται δὲ ἀνὰ δύο διαιρεθέντες μὲν τῇ πρὸ τοῦ σαββάτου, τῷ δὲ σαββάτῳ πρωῒ κομισθέντες ἐπὶ τῆς ἱερᾶς τραπέζης τίθενται κατὰ ἓξ εἰς ἀλλήλους τετραμμένοι. δύο δὲ χρυσέων ὑπερκειμένων πινάκων λιβανωτοῦ γεμόντων διαμένουσιν ἕως τοῦ ἑτέρου σαββάτου· καὶ τότε μὲν ἀντʼ ἐκείνων ἄλλοι κομίζονται, οἱ δὲ τοῖς ἱερεῦσι πρὸς τροφὴν δίδονται, καὶ τοῦ λιβανωτοῦ θυμιωμένου ἐπὶ τῷ ἱερῷ πυρί, ἐφʼ ᾧ καὶ ὁλοκαυτοῦσι τὰ πάντα, λιβανωτὸς ὑπὲρ ἐκείνου ἄλλος ὑπὲρ τῶν ἄρτων προστίθεται.