Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 252-8
Not analysed yet
ἠξίου δὲ καὶ μεῖζόν τι λαβεῖν τῆς περὶ τὸν υἱὸν παρανομίας τεκμήριον καὶ φιλόνεικος ἦν μὴ δόξαι προπετῶς τὰ δεσμὰ κατεγνωκέναι. τῶν τε φίλων τῶν Ἀλεξάνδρου βασανίζων τοὺς ἐν τέλει διέφθειρεν αὐτῶν οὐκ ὀλίγους οὐδὲν εἰπόντας ὧν ἐκεῖνος ᾤετο.