Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 253-5
Not analysed yet
πολλῆς δὲ τῆς εἰς τὸ τοιοῦτον ἑτοιμότητος οὔσης καὶ φόβου καὶ ταραχῆς περὶ τὸ βασίλειον, εἷς τις τῶν νεωτέρων ὡς ἐν ταῖς ἀνάγκαις ἐγένετο, διαπέμπειν ἔφη τοῖς ἐν Ῥώμῃ φίλοις τὸν Ἀλέξανδρον ἀξιοῦντα κληθῆναι θᾶττον ὑπὸ Καίσαρος· ἔχειν γὰρ αὐτῷ πρᾶξιν ἐπʼ αὐτὸν συνισταμένην μηνῦσαι Μιθριδάτην τὸν βασιλέα Πάρθων τοῦ πατρὸς ᾑρημένου κατὰ Ῥωμαίων φίλον· εἶναι δʼ αὐτῷ καὶ φάρμακον ἐν Ἀσκάλωνι παρεσκευασμένον.