Ancient Greek · ~7 min
253 to 259
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 253-259
Not analysed yet
προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους ἦ μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. Οἱ δʼ ἐξ ὧν ἐσώζοντο ὑπὸ Μωυσέος μῖσος ἐκ τούτων πρὸς αὐτὸν ἀνελάμβανον καὶ θερμότερον ἅπτεσθαι τῶν κατʼ αὐτοῦ βουλευμάτων ἠξίουν, ὑπονοοῦντες μὲν μὴ διὰ τὴν εὐπραγίαν νεωτερίσειε κατὰ τὴν Αἴγυπτον, διδάσκοντες δὲ τὸν βασιλέα περὶ τῆς σφαγῆς. ὁ δὲ καὶ καθʼ αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δʼ ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει. φθάσας δὲ τὴν ἐπιβουλὴν καταμαθεῖν λαθὼν ὑπέξεισι· καὶ τῶν ὁδῶν φυλαττομένων ποιεῖται διὰ τῆς ἐρήμου τὸν δρασμὸν καὶ ὅθεν ἦν ὑπόνοια μὴ λαβεῖν τοὺς ἐχθρούς, ἄπορός τε ὢν τροφῆς ἀπηλλάττετο τῇ καρτερίᾳ καταφρονῶν, εἴς τε πόλιν Μαδιανὴν ἀφικόμενος πρὸς μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ κειμένην ἐπώνυμον δʼ ἑνὸς τῶν Ἁβράμῳ γενομένων ἐκ Κατούρας υἱῶν, καθεσθεὶς ἐπί τινος φρέατος ἐκ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας ἠρέμει μεσημβρίας οὔσης οὐ πόρρω τῆς πόλεως. ἐνταῦθʼ αὐτῷ συνέβη καὶ πρᾶξις ἐκ διαίτης τῶν αὐτόθι συστήσασα τὴν ἀρετὴν αὐτοῦ καὶ πρὸς τὸ κρεῖττον ἀφορμὴν παρασχοῦσα. Τῶν γὰρ χωρίων δυσύδρων ὄντων προκατελάμβανον οἱ ποιμένες τὰ φρέατα, ὅπως μὴ προεξαναλωμένου τοῦ ὕδατος ὑπὸ τῶν ἄλλων σπανίζοι ποτοῦ τὰ θρέμματα. παραγίνονται οὖν ἐπὶ τὸ φρέαρ ἑπτὰ παρθένοι ἀδελφαὶ Ῥαγουήλου θυγατέρες ἱερέως καὶ πολλῆς ἠξιωμένου τιμῆς παρὰ τοῖς ἐπιχωρίοις, αἳ τῶν τοῦ πατρὸς ποιμνίων ἐπιμελούμεναι διὰ τὸ ταύτην ὑπουργίαν εἶναι καὶ γυναιξὶν ἐπιχώριον παρὰ τοῖς Τρωγλοδύταις φθάσασαι τὸ αὔταρκες ἐκ τοῦ φρέατος ἀνέσπασαν ὕδωρ τοῖς ποιμνίοις εἰς δεξαμενάς, αἳ πρὸς ἐκδοχὴν τοῦ ὕδατος ἐγεγόνεισαν.