Ancient Greek · ~7 min
260 to 266
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 260-266
Not analysed yet
ἐπιστάντων δὲ ποιμένων ταῖς παρθένοις, ὥστʼ αὐτοὶ τοῦ ὕδατος κρατεῖν, Μωυσῆς δεινὸν ἡγησάμενος εἶναι περιιδεῖν ἀδικουμένας τὰς κόρας καὶ τὴν βίαν τὴν τῶν ἀνδρῶν ἐᾶσαι κρείττονα γενέσθαι τοῦ τῶν παρθένων δικαίου, τοὺς μὲν εἶρξε πλεονεκτεῖν ἐθέλοντας, ταῖς δὲ παρέσχε τὴν πρέπουσαν βοήθειαν. αἱ δʼ εὐεργετηθεῖσαι παρῆσαν πρὸς τὸν πατέρα τήν τε ὕβριν τῶν ποιμένων αὐτῷ διηγούμεναι καὶ τὴν ἐπικουρίαν τοῦ ξένου παρεκάλουν τε μὴ ματαίαν αὐτῷ γενέσθαι τὴν εὐποιίαν μηδʼ ἀμοιβῆς ὑστεροῦσαν. ὁ δὲ τάς τε παῖδας ἀπεδέξατο τῆς περὶ τὸν εὐεργετηκότα σπουδῆς καὶ τὸν Μωυσῆν εἰς ὄψιν ἐκέλευεν ἄγειν αὐτῷ τευξόμενον χάριτος δικαίας. ὡς δʼ ἧκε, τήν τε τῶν θυγατέρων αὐτῷ ἀπεσήμαινε μαρτυρίαν ἐπὶ τῇ βοηθείᾳ καὶ τῆς ἀρετῆς αὐτὸν θαυμάζων οὐκ εἰς ἀναισθήτους εὐεργεσιῶν καταθέσθαι τὴν ἐπικουρίαν ἔλεγεν, ἀλλʼ ἱκανοὺς ἐκτῖσαι χάριν καὶ τῷ μεγέθει τῆς ἀμοιβῆς ὑπερβαλεῖν τὸ μέτρον τῆς εὐποιίας. ποιεῖται δʼ αὐτὸν υἱὸν καὶ μίαν τῶν θυγατέρων πρὸς γάμον δίδωσι τῶν τε θρεμμάτων, ἐν τούτοις γὰρ ἡ πᾶσα κτῆσις τὸ παλαιὸν ἦν τοῖς βαρβάροις, ἀποδείκνυσιν ἐπιμελητὴν καὶ δεσπότην. Καὶ Μωυσῆς μὲν τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰεθεγλαίου, τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουήλῳ, διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. χρόνῳ δʼ ὕστερον νέμων ἐπὶ τὸ Σιναῖον καλούμενον ὄρος ἄγει τὰ ποίμνια· τοῦτο δʼ ἐστὶν ὑψηλότατον τῶν ταύτῃ ὀρῶν καὶ πρὸς νομὰς ἄριστον ἀγαθῆς φυομένης πόας καὶ διὰ τὸ δόξαν ἔχειν ἐνδιατρίβειν αὐτῷ τὸν θεὸν οὐ κατανεμηθείσης πρότερον, οὐ τολμώντων ἐμβατεύειν εἰς αὐτὸ τῶν ποιμένων· ἔνθα δὴ καὶ τέρας αὐτῷ συντυγχάνει θαυμάσιον. πῦρ γὰρ θάμνου βάτων νεμόμενον τὴν περὶ αὐτὸν χλόην τό τε ἄνθος αὐτοῦ παρῆλθεν ἀβλαβὲς καὶ τῶν ἐγκάρπων κλάδων οὐδὲν ἠφάνισε καὶ ταῦτα τῆς φλογὸς πολλῆς καὶ ὀξυτάτης ὑπαρχούσης.