Ancient Greek
254 to 261
Flavius Josephus, Jewish Antiquities 254-2-261
Not analysed yet
Τούτοις ἐπίστευσεν Ἡρώδης καί τινα παραμυθίαν τῆς προπετείας εἴληφεν ἐν τοῖς κακοῖς ὑπὸ τῶν χειρόνων κολακευόμενος. καὶ τὸ μὲν φάρμακον εὐθὺς ἐσπουδακότι ζητεῖν οὐχ εὑρέθη. τὴν δʼ ὑπερβολὴν τῶν κακῶν Ἀλέξανδρος ἐκ φιλονεικίας ἐπιρρῶσαι θέλων εἰς μὲν ἄρνησιν οὐκ ἐτράπετο, μετῄει δὲ τὴν προπέτειαν τοῦ πατρὸς ἁμαρτίᾳ μείζονι, τάχα δὲ καὶ διὰ τούτου βουλόμενος δυσωπῆσαι τὸ πρὸς τὰς διαβολὰς ἕτοιμον, οὐχ ἥκιστα δὲ εἰ καὶ ἔτυχεν πιστευθεὶς κακοῦν αὐτόν τε καὶ πᾶσαν τὴν βασιλείαν προῃρημένος. γράμματα γὰρ γράψας ἐν βιβλίοις τέσσαρσιν ἀπέστειλεν, ὡς οὐδὲν δεῖ βασανίζειν οὐδὲ περαιτέρω χωρεῖν· γενέσθαι γὰρ τὴν ἐπιβουλὴν καὶ ταύτης συλλαμβάνειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων, Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν ἄκοντι μιγῆναι· καὶ πάντας ἐπὶ ταὐτὸν ἥκειν τοὺς θᾶττον ἐκεῖνον ἐκποδὼν ποιησαμένους ἄδειαν τῆς ἀεὶ προσδοκίας ἔχειν. ἐν τούτοις καὶ Πτολεμαῖος διεβέβλητο καὶ Σαπίννιος οἱ πιστότατοι τῷ βασιλεῖ. καὶ τί γὰρ ἢ καθάπερ λύττης τινὸς ἐμπεσούσης κατʼ ἀλλήλων οἱ πάλαι φίλτατοι τεθηρίωντο, μήτʼ ἀπολογίας μήτʼ ἐλέγχου τόπον ἕως ἀληθείας ἐχόντων, ἀλλʼ ἀεὶ γινομένης ἀκρίτου τινὸς εἰς ἅπαντας ἀπωλείας, καὶ τῶν μὲν δεσμά, τῶν δὲ θανάτους, τῶν δὲ τὸ ταῦτα μέλλειν ἐπʼ αὐτοῖς ὀδυρομένων, ἡσυχία τε καὶ κατήφεια τὸ βασίλειον ἀπεκόσμει τῆς πρώτης εὐδαιμονίας. καὶ χαλεπὸς ἦν Ἡρώδῃ πᾶς ὁ βίος ἐκτεταραγμένῳ καὶ τὸ μηδενὶ πιστεύειν μέγα τῆς προσδοκίας κολαστήριον ἔχοντι· πολλάκις γοῦν ὡς ἐπανιστάμενον αὐτῷ τὸν υἱὸν ἢ καὶ ξιφήρη παρεστῶτα διὰ φαντασίας ἐλάμβανεν. οὕτως ἡ ψυχὴ καὶ νύκτα καὶ ἡμέραν πρὸς τούτῳ γινομένη πάθος ἀνεμάξατο μανίας οὐχ ἧττον δὲ καὶ ἀνοίας. καὶ τὰ περὶ ἐκεῖνον εἶχεν οὕτως. Ἀρχέλαος δὲ ὁ τῶν Καππαδόκων βασιλεύς, ὡς ἐπύθετο τὰ κατὰ τὸν Ἡρώδην, ἀγωνιῶν τε ὑπὲρ τῆς θυγατρὸς καὶ τοῦ νεανίσκου καὶ συναλγῶν ἀνδρὶ φίλῳ τῆς ἐπὶ τοσόνδε ταραχῆς, ἧκεν οὐκ ἐν παρέργῳ θέμενος τὰ πράγματα.