Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 255-5
Not analysed yet
καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν ἡ τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων.