Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 256-4
Not analysed yet
καὶ Σαβῖνος, ἔδεισε γὰρ τό τε πλῆθος αὐτῶν καὶ τὰ φρονήματα ἀνδρῶν ἐν ὀλίγῳ τὸ θανεῖν ποιουμένων ὑπὸ τοῦ ἡττᾶσθαι μὴ ἐθέλειν ἐφʼ οἷς ἀρετὴν κρίνειαν τὸ νικᾶν, παραχρῆμά τε ὡς τὸν Οὔαρον ἔπεμπε γράμματα καὶ τὸ σύνηθες οὐκ ἀνίει κελεύων ἐκ τοῦ ὀξέος βοηθεῖν, ὡς κινδύνου μεγίστου τὸ ἐγκαταλειφθὲν στράτευμα περιεσχηκότος διὰ τὸ μὴ ἐς μακρὰν ἐλπίζειν κατακοπήσεσθαι ληφθέντας αὐτούς.