Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 263-3
Not analysed yet
ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον, καὶ πρὸς αὐτῷ τὴν πᾶσαν εὔνοιάν καὶ σπουδὴν ἔχουσι τότε, καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφʼ ὧν μέλλει ταῦτα ἔσεσθαι·