Ancient Greek · ~4 min
264 to 267
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 264-2-267
Not analysed yet
ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντʼ ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῆς προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀποθέμενοι μεταλαμβάνουσι τόλμαν ἀπόνοιαν καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων, καὶ ὅτε μάλιστα δεῖ τῆς εὐσεβείας αὐτοῖς καὶ τῆς δικαιοσύνης ἔγγιστα τοῦ φθονεῖσθαι γεγενημένοις καὶ πᾶσι φανεροῖς ἐφʼ οἷς ἂν νοήσωσιν ἢ πράξωσι καθεστῶσι, τόθʼ ὡς οὐκέτι βλέποντος αὐτοὺς τοῦ θεοῦ ἢ διὰ τὴν ἐξουσίαν δεδιότος οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. ἃ δʼ ἂν ἢ φοβηθῶσιν ἀκούσαντες ἢ μισῶσι θελήσαντες ἢ στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ τῷ θεῷ δοκοῦσι, τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς· ἀλλὰ τιμῶσι μὲν πολλὰ ταλαιπωρήσαντας, τιμήσαντες δὲ φθονοῦσι, καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις καὶ διʼ ὑπερβολὴν αὐτῶν ἀπιθάνοις· κολάζουσι δʼ οὐκ ἐπʼ ἔργοις δίκης ἀξίοις, ἀλλʼ ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδʼ ὅσους ἔδει τοῦτο παθεῖν, ἀλλʼ ὅσους ἀποκτεῖναι δύνανται.