Ancient Greek
264 to 270
Flavius Josephus, Jewish Antiquities 264-7-270
Not analysed yet
ἐσώθη τε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐδʼ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς ᾗ παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθʼ ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα. Ἰουδαίους δὲ ἐλύπει μὲν τὸ πάθος τῶν φίλων, οἳ ἐν τῇδε ἔπεσον τῇ μάχῃ, ἐλύπει δὲ καὶ τῶν ἀναθημάτων ἡ ἀφαίρεσις, οὐ μὴν ἀλλʼ ὅπερ αὐτῶν ἐτύγχανεν συνεστραμμένον καὶ μαχιμώτατον τούτῳ ἐμπεριέχοντες τὸ βασίλειον ἠπείλουν πῦρ τε ἐνήσειν αὐτῷ καὶ πάντας κτείνειν, κελεύοντες ᾗ τάχος ἀπιέναι καὶ πειθομένοις ὑπισχνούμενοι ἄδειαν καὶ Σαβίνῳ σὺν αὐτοῖς. καὶ τῶν βασιλικῶν τὸ πλεῖστον ηὐτομολήκεσαν σὺν αὐτοῖς, Ῥοῦφος δὲ καὶ Γρᾶτος τρισχιλίους τὸ μαχιμώτατον τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας τοῖς σώμασι δραστηρίους Ῥωμαίοις προστίθενται. καί τι καὶ ἱππικὸν ἦν τῶν ὑπὸ τῷ Ῥούφῳ τεταγμένων, ὃ καὶ αὐτὸ προσθήκη τῶν Ῥωμαίων ἐγεγόνει. Ἰουδαίοις δὲ οὐκ ἠμέλητο ἡ πολιορκία, ἀλλὰ καὶ τὰ τείχη μετήλλευον καὶ τοῖς μεταβαλλομένοις ἐκέλευον μὴ ἐμποδισταῖς εἶναι τοῦ ἀποληψομένου χρόνῳ παροῦσαν αὐτοῖς ἐλευθερίαν τὴν πάτριον. Σαβίνῳ μὲν οὖν εὐκτὸν ἀπιέναι μετὰ τῶν στρατιωτῶν, πιστεύειν δʼ οὐχ οἷός τε ἦν διὰ τὰ πεπραγμένα καὶ τὸ λίαν εὔγνωμον τῶν πολεμίων ἐπʼ ἀποτροπῇ τοῦ κατασταθησομένου εἶχεν, ἅμα δὲ καὶ τὸν Οὔαρον ἥξειν προσδοκῶν ὑπέμενε τὴν πολιορκίαν. Ἐν τούτῳ δὲ καὶ ἕτερα μυρία θορύβων ἐχόμενα τὴν Ἰουδαίαν κατελάμβανεν πολλῶν πολλαχόσε οἳ κατʼ οἰκείων ἐλπίδας κερδῶν καὶ Ἰουδαίων ἔχθρας ἐπὶ τὸ πολεμεῖν ὡρμημένων· δισχίλιοι μὲν τῶν ὑφʼ Ἡρώδῃ ποτὲ στρατευσαμένων καὶ ἤδη καταλελυκότες ἐν αὐτῇ Ἰουδαίᾳ συστάντες προσεπολέμουν τοῖς βασιλικοῖς ἀντιστατοῦντος αὐτοῖς Ἀχιάβου τοῦ Ἡρώδου ἀνεψιοῦ, καὶ τῶν μὲν πεδίων εἰς τὰ μετέωρα ἀνεωσμένου διʼ ἐμπειρίαν τὴν εἰς τὰ πολεμικὰ τῶν ἀνδρῶν, ταῖς δὲ δυσχωρίαις σώζοντος ὁπόσα δυνατά.