Ancient Greek
257 to 263
Flavius Josephus, Jewish Antiquities 257-5-263
Not analysed yet
αὐτὸς δὲ τοῦ φρουρίου τὸν ὑψηλότατον τῶν πύργων καταλαβόμενος Φασάηλον ἐπὶ τιμῇ τοῦ Ἡρώδου ἀδελφοῦ Φασαήλου ᾠκοδομημένον τε καὶ οὕτως εἰρημένον τελευτῆς ὑπὸ Παρθυαίων αὐτῷ γενομένης, κατέσειε τοῖς Ῥωμαίοις ἐπεξιέναι τοῖς Ἰουδαίοις, αὐτὸς μὲν οὐδʼ εἰς τοὺς φίλους τολμῶν κατιέναι, τοὺς δʼ ἄλλους προαποθνήσκειν αὐτοῦ τῆς πλεονεξίας δικαιῶν. τολμησάντων δʼ εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων, περιοδεύσαντες δʼ ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθους τε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες. καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοί τε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον ἡ μάχη συνέστη τοιάδε οὖσα. ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπʼ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου ᾗ τάχος. ὁ δὲ ξύλωσιν παρέχων πίσσης τε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργα τε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν· οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι· πολλοὶ δὲ ἀπορίᾳ σωτηρίας τε καὶ ἐκπλήξει κακοῦ τοῦ περιεστηκότος, οἱ μὲν εἰς τὸ πῦρ ἵεσαν αὑτούς, οἱ δὲ καὶ τοῖς ξίφεσι χρώμενοι διάδρασιν αὐτοῦ ἐποιοῦντο, ὁπόσοι δὲ εἰς τὸ κατόπιν χωρήσαντες ὁδῷ ᾗ ἀναβεβήκεσαν ἐσώζοντο, οἱ Ῥωμαῖοι πάντας ἔκτεινον γυμνούς τε ὄντας καὶ τὰ φρονήματα ἐκλελυμένους, οὐδὲν τῆς ἀπονοίας διὰ τὸ ἄνοπλον βοηθεῖν δυναμένης.