Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 267
Not analysed yet
ὁ δὲ καὶ αὐτὴν μὲν ἔδεισε τὴν ὄψιν παράδοξον γενομένην, κατεπλάγη δʼ ἔτι μᾶλλον φωνὴν τοῦ πυρὸς ἀφιέντος καὶ ὀνομαστὶ καλέσαντος αὐτὸν καὶ ποιησαμένου λόγους, οἷς τό τε θάρσος αὐτοῦ τολμήσαντος παρελθεῖν εἰς χωρίον, εἰς ὃ μηδεὶς ἀνθρώπων πρότερον ἀφῖκτο διὰ τὸ εἶναι θεῖον, ἐσήμαινε καὶ συνεβούλευε τῆς φλογὸς πορρωτάτω χωρεῖν καὶ ἀρκεῖσθαι μὲν οἷς ἑώρακεν ἀγαθὸν ὄντα καὶ μεγάλων ἀνδρῶν ἔγγονον, πολυπραγμονεῖν δὲ μηδέν·