Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 268-3
Not analysed yet
τοῦτο Σαοῦλος ἡμῖν ὁ Κείσου παῖς, ὁ πρῶτος μετὰ τὴν ἀριστοκρατίαν τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἑβραίων βασιλεύσας, φανερὸν πεποίηκε τριακοσίους ἀποκτείνας ἱερέας καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον καταστῆσαι τοσούτους μὲν ἀνελών, μεῖναι δʼ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετʼ ἐκείνους ἄλλους γενέσθαι.