Ancient Greek · ~7 min
277 to 284
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 277-284
Not analysed yet
Καὶ πυθόμενος τὸν τῶν Αἰγυπτίων τεθνάναι βασιλέα Φαραώθην, ἐφʼ οὗπερ αὐτὸς ἔφυγε, δεῖται Ῥαγουήλου συγχωρῆσαι κατὰ ὠφέλειαν αὐτῷ τῶν συγγενῶν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ παραλαβὼν τὴν Σαπφώραν ἣν γεγαμήκει τοῦ Ῥαγουήλου θυγατέρα καὶ τοὺς ἐξ αὐτῆς παῖδας Γῆρσον καὶ Ἐλεάζαρον ὥρμησεν εἰς τὴν Αἴγυπτον· τῶν δʼ ὀνομάτων τούτων Γῆρσος μὲν σημαίνει κατὰ Ἑβραίων διάλεκτον, ὅτι εἰς ξένην γῆν, Ἐλεάζαρος δὲ συμμάχῳ τῷ πατρῴῳ θεῷ χρησάμενον αὐτὸν Αἰγυπτίους διαφυγεῖν. γενομένῳ δʼ αὐτῷ πλησίον τῶν ὅρων ὁ ἀδελφὸς Ἀαρὼν ὑπήντησε τοῦ θεοῦ κελεύσαντος, πρὸς ὃν ἀποσημαίνει τὰ ἐν τῷ ὄρει συντυχόντα καὶ τοῦ θεοῦ τὰς ἐντολάς. προϊοῦσι δʼ αὐτοῖς ὑπηντίαζον Ἑβραίων οἱ ἀξιολογώτατοι τὴν παρουσίαν αὐτοῦ μεμαθηκότες, οἷς Μωυσῆς τὰ σημεῖα ἐπεὶ πιθανῶς οὐκ ἦν λέγειν παρέσχεν αὐτῶν τὴν ὄψιν. οἱ δʼ ὑπʼ ἐκπλήξεως τῶν παρὰ δόξαν αὐτοῖς ὁρωμένων ἀνεθάρσουν καὶ περὶ τῶν ὅλων ἦσαν εὐέλπιδες, ὡς θεοῦ προνοουμένου τῆς ἀσφαλείας αὐτῶν. Ἐπεὶ δὲ καταπειθεῖς εἶχεν ἤδη τοὺς Ἑβραίους Μωυσῆς καὶ οἷς ἂν κελεύσῃ τούτοις ἀκολουθήσειν ὁμολογοῦντας καὶ τῆς ἐλευθερίας ἐρῶντας, παραγίνεται πρὸς τὸν βασιλέα τὴν ἡγεμονίαν νεωστὶ παρειληφότα, καὶ ὅσα τε ὠφελήσειεν Αἰγυπτίους ὑπὸ Αἰθιόπων καταφρονουμένους καὶ διαρπαζομένης αὐτῶν τῆς χώρας ἐδήλου στρατηγίᾳ καὶ πόνοις χρησάμενος ὡς περὶ οἰκείων ὁτιδὴ κινδυνεύσειεν ἐπὶ τούτοις ὑπὸ αὐτῶν ἀμοιβὰς οὐ δικαίας κομιζόμενος ἀνεδίδασκεν, τά τε κατὰ τὸ Σιναῖον ὄρος αὐτῷ συντυχόντα καὶ τὰς τοῦ θεοῦ φωνὰς καὶ τὰ πρὸς πίστιν ὧν οὗτος αὐτῷ προστάξειεν ὑπʼ αὐτοῦ δειχθέντα σημεῖα καθʼ ἕκαστον ἐξετίθετο, παρεκάλει τε μὴ ἀπιστοῦντα τούτοις ἐμποδὼν ἵστασθαι τῇ τοῦ θεοῦ γνώμῃ. Χλευάσαντος δὲ τοῦ βασιλέως Μωυσῆς ἔργῳ παρεῖχεν αὐτῷ βλέπειν τὰ σημεῖα τὰ κατὰ τὸ Σιναῖον ὄρος γενόμενα· ὁ δʼ ἀγανακτήσας πονηρὸν μὲν αὐτὸν ἀπεκάλει καὶ πρότερον φυγόντα τὴν παρʼ Αἰγυπτίοις δουλείαν καὶ νῦν ἐξ ἀπάτης αὐτοῦ τὴν ἄφιξιν πεποιημένον καὶ τερατουργίαις καὶ μαγείαις καταπλήξειν ἐπικεχειρηκότα.