Ancient Greek · ~6 min
285 to 290
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 285-2-290
Not analysed yet
καὶ ταῦθʼ ἅμα λέγων κελεύει τοὺς ἱερεῖς τὰς αὐτὰς ὄψεις αὐτῷ παρασχεῖν ὁρᾶν, ὡς Αἰγυπτίων σοφῶν ὄντων καὶ περὶ τὴν τούτων ἐπιστήμην, καὶ ὅτι μὴ μόνος αὐτὸς ἔμπειρος ὢν εἰς θεὸν δύναται τὸ ἐν αὐτῇ παράδοξον ἀναφέρων πιθανὸς ὥσπερ ἀπαιδεύτοις ὑπάρχειν. καὶ μεθεμένων ἐκείνων τὰς βακτηρίας δράκοντες ἦσαν. Μωυσῆς δʼ οὐ καταπλαγείς, οὐδʼ αὐτὸς μέν, εἶπεν, ὦ βασιλεῦ, τῆς Αἰγυπτίων σοφίας καταφρονῶ, τοσῷδε μέντοι κρείττονα τὰ ὑπʼ ἐμοῦ πραττόμενα τῆς τούτων μαγείας καὶ τέχνης φημί, ὅσῳ τὰ θεῖα τῶν ἀνθρωπίνων διαφέρει. δείξω δὲ οὐ κατὰ γοητείαν καὶ πλάνην τῆς ἀληθοῦς δόξης τἀμὰ, κατὰ δὲ θεοῦ πρόνοιαν καὶ δύναμιν φαινόμενα. καὶ ταῦτʼ εἰπὼν μεθίησιν ἐπὶ τῆς γῆς τὴν βακτηρίαν κελεύσας αὐτὴν εἰς ὄφιν μεταβαλεῖν· ἡ δʼ ἐπείθετο καὶ τὰς τῶν Αἰγυπτίων βακτηρίας, οἳ δράκοντες ἐδόκουν, περιιοῦσα κατήσθιε μέχρι πάσας ἀνήλωσεν· εἶτʼ εἰς τὸ αὑτῆς σχῆμα μεταπεσοῦσαν κομίζεται Μωυσῆς. Ὁ δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατʼ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν. ὁ δὲ ἄχυρον αὐτοῖς παρέχων εἰς τὴν πλινθείαν πρότερον οὐκέτι παρεῖχεν, ἀλλʼ ἡμέρας μὲν ἐπὶ τοῖς ἔργοις ταλαιπωρεῖν ἐποίει, νυκτὸς δὲ συνάγειν τὸ ἄχυρον. καὶ τοῦ δεινοῦ διπλασίονος ὄντος αὐτοῖς ἐν αἰτίαις Μωυσῆν εἶχον, ὡς τῶν ἔργων αὐτοῖς καὶ τῆς ταλαιπωρίας διʼ ἐκεῖνον χαλεπωτέρας γεγενημένης. ὁ δʼ οὔτε πρὸς τὰς τοῦ βασιλέως ἀπειλὰς ἔκαμνεν οὔτε πρὸς τὰς τῶν Ἑβραίων μέμψεις ἐνεδίδου, τήν τε ψυχὴν παραστησάμενος πρὸς ἑκάτερον ἐπὶ τῷ πονεῖν καὶ τοῖς οἰκείοις ἐκπορίζειν τὴν ἐλευθερίαν ὑπῆρχε.