Ancient Greek · ~7 min
278 to 284
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 278-3-284
Not analysed yet
παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν· ἔσται δʼ αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης . καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ. Ἡ δὲ τἀνδρὶ παραγενομένῳ τὰ παρὰ τοῦ ἀγγέλου ἐκδιηγήσατο ἐκθαυμάζουσα τοῦ νεανίσκου τὸ κάλλος καὶ τὸ μέγεθος, ὡς ἐκεῖνον ἐκ τῶν ἐπαίνων εἰς ἔκπληξιν κατὰ ζηλοτυπίαν περιστῆναι καὶ ὑπόνοιαν τὴν ἐκ τοιούτου πάθους κινουμένην. ἡ δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ὁ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. ἡ δʼ ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον. ὁ δὲ θεασάμενος οὐδʼ οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι. τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δʼ ὅμως λιπαροῦντος ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ, καὶ θύσαντος ἔριφον τοῦ Μανώχου καὶ τοῦτον ὀπτᾶν τῇ γυναικὶ κελεύσαντος, ἐπεὶ πάντʼ ἦν εὐτρεπῆ, προσέταξεν ἐπὶ τῆς πέτρας ἀποθέσθαι τούς τε ἄρτους καὶ τὰ κρέα χωρὶς τῶν ἀγγείων. καὶ ποιησάντων ἅπτεται τῇ ῥάβδῳ ᾗ εἶχε τῶν κρεῶν, τὰ δὲ λάμψαντος πυρὸς ἅμα τοῖς ἄρτοις ἐκαίετο καὶ ὁ ἄγγελος διὰ τοῦ καπνοῦ ὥσπερ ὀχήματος ἀνιὼν εἰς οὐρανὸν αὐτοῖς φανερὸς ἦν. Μανώχην δὲ φοβούμενον, μή τι σφαλερὸν αὐτοῖς ἐκ τῆς ὄψεως τοῦ θεοῦ γένοιτο, θαρσεῖν ἡ γυνὴ παρεκελεύετο· ἐπὶ γὰρ συμφέροντι τῷ αὐτῶν τὸν θεὸν αὐτοῖς ὁραθῆναι.