Ancient Greek
285 to 291
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 285-4-291
Not analysed yet
Καὶ κύει τε ἐκείνη καὶ φυλακὴν εἶχε τῶν ἐντολῶν, καὶ γενόμενον τὸ παιδίον Σαμψῶνα καλοῦσιν, ἰσχυρὸν δʼ ἀποσημαίνει τὸ ὄνομα. ηὔξετο δʼ ὁ παῖς ῥᾳδίως καὶ δῆλος ἦν προφητεύσων ὑπὸ τῆς περὶ τὴν δίαιταν σωφροσύνης καὶ τῆς τῶν τριχῶν ἀνέσεως. Ἀφικόμενος δὲ μετὰ τῶν γονέων εἰς Θάμνα πόλιν τῶν Παλαιστίνων πανηγύρεως ἀγομένης ἐρᾷ παρθένου τῶν ἐπιχωρίων παρακαλεῖ τε τοὺς γονεῖς ἄγεσθαι πρὸς γάμον αὐτῷ τὴν κόρην. τῶν δὲ ἀρνουμένων διὰ τὸ μὴ ὁμόφυλον εἶναι, τοῦ θεοῦ κατὰ τὸ Ἑβραίων σύμφορον ἐπινοοῦντος τὸν γάμον ἐκνικᾷ μνηστεύσασθαι τὴν παρθένον. συνεχῶς δʼ ἀπερχόμενος πρὸς τοὺς γονεῖς αὐτῆς συντυγχάνει λέοντι καὶ γυμνὸς ὢν ἐκδεξάμενος αὐτὸν ἄγχει ταῖς χερσὶ καὶ εἰς τὸ χωρίον τὸ ὑλῶδες ἐνδοτέρω τῆς ὁδοῦ ῥίπτει τὸ θηρίον. Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι τῇ παιδί. τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς, ὁ Σαμψὼν εἶπεν, ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφʼ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατʼ ἄνδρα ἕκαστον φέρεσθε παρʼ ἐμοῦ . φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος. τῶν δʼ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, ὁ Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο,