Ancient Greek
283 to 288
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 283-288
Not analysed yet
οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους· καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν ὁ θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν· ὅσος γὰρ οὐδέποτʼ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν· πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς. καὶ Ἱεροβόαμος μὲν οὐκέτι μετὰ ταύτην τὴν ἧτταν ἴσχυσεν ἐφʼ ὅσον Ἀβίας περιῆν χρόνον. τελευτᾷ δʼ οὗτος ὀλίγον τῇ νίκῃ χρόνον ἐπιζήσας ἔτη βασιλεύσας τρία, καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις ἐν ταῖς προγονικαῖς θήκαις, ἀπολείπει δὲ υἱοὺς μὲν δύο καὶ εἴκοσι θυγατέρας δὲ ἓξ καὶ δέκα. πάντας τούτους ἐκ γυναικῶν δεκατεσσάρων ἐτεκνώσατο. διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἄσανος· καὶ ἡ μήτηρ τοῦ νεανίσκου Μαχαία τοὔνομα. τούτου κρατοῦντος εἰρήνης ἀπέλαυεν ἡ χώρα τῶν Ἰσραηλιτῶν ἐπὶ ἔτη δέκα. Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος ὁ τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη δύο καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν ὁ παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ ὁ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν. ἐν δὲ τούτοις τοῖς δυσὶν ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν αὐτὴν προσέμενεν· ἐπιβουλευθεὶς δʼ ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ Ἱεροβοάμου γένος διέφθειρε.