Ancient Greek · ~4 min
289 to 292
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 289-292
Not analysed yet
καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ὑπʼ ὀρνίθων. ὁ μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην. Ὁ δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτʼ ἐννοούμενος, ὃ μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος. στρατοῦ δʼ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι. ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπʼ αὐτὸν ὁ τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δʼ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δʼ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος,