Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 288
Not analysed yet
Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δʼ ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτʼ ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δʼ ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον.