Ancient Greek · ~3 min
289 to 291
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 289-2-291
Not analysed yet
λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφʼ οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι. πέμψαντός τε τὰ νόμιμα καὶ τὴν περὶ τὸν θεὸν τοῦτον ὁσίαν διδαχθέντες ἐθρήσκευον αὐτὸν φιλοτίμως καὶ τοῦ λοιμοῦ παραχρῆμα ἐπαύσαντο. χρώμενοί τε τοῖς αὐτοῖς ἔτι καὶ νῦν ἔθεσι διατελοῦσιν οἱ κατὰ μὲν τὴν Ἑβραίων γλῶτταν Χουθαῖοι, κατὰ δὲ τὴν Ἑλλήνων Σαμαρεῖται, οἳ πρὸς μεταβολὴν συγγενεῖς μὲν ὅταν εὖ πράττοντας βλέπωσι τοὺς Ἰουδαίους ἀποκαλοῦσιν ὡς ἐξ Ἰωσήπου φύντες καὶ τὴν ἀρχὴν ἐκεῖθεν τῆς πρὸς αὐτοὺς ἔχοντες οἰκειότητος, ὅταν δὲ πταίσαντας ἴδωσιν, οὐδαμόθεν αὐτοῖς προσήκειν λέγουσιν οὐδʼ εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας ἢ γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν.