Ancient Greek
290 to 295
Flavius Josephus, Jewish Antiquities 290-3-295
Not analysed yet
ἑωρᾶτο δὲ πολλοῖς τῶν πολιτῶν τὰ γινόμενα καὶ κατεμήνυσεν οὐδείς, ἕως Ἡρώδου πικροτέραν καὶ φιλόνεικον ποιουμένου τὴν ἔρευναν ἐκβασανισθεῖσαι γυναῖκές τινες ὡμολόγησαν ἃ πραχθέντα εἶδον. καὶ τῶν μὲν ἐνεργησάντων ἐγένετο τιμωρία πανοικὶ τὴν προπέτειαν αὐτῶν ἐπεξιόντος, ἡ δʼ ἐπιμονὴ τοῦ πάθους καὶ τὸ τῆς ὑπὲρ τῶν νόμων πίστεως ἀκατάπληκτον οὐ ῥᾴδιον ἐποίει τὸν Ἡρώδην, εἰ μὴ μετὰ πάσης ἀσφαλείας κρατοίη, καὶ διέγνω πάντοθεν περιειληφέναι τὸ πλῆθος, ὡς μὴ νεωτεριζόντων φανερὰν γενέσθαι τὴν ἀπόστασιν. Ἐξωχυρωμένης οὖν αὐτῷ τῆς πόλεως μὲν ὑπὸ τῆς αὐλῆς, ἐν ᾗ διῃτᾶτο, τοῦ δὲ ἱεροῦ τῇ περὶ τὸ φρούριον ὀχυρότητι τὸ καλούμενον Ἀντωνίαν κατασκευασθὲν διʼ αὐτοῦ, τρίτον παντὶ τῷ λαῷ τὴν Σαμάρειαν ἐνόησεν ἐπιτείχισμα, καλέσας μὲν αὐτὴν Σεβαστήν, οἰόμενος δὲ κατὰ τῆς χώρας οὐδὲν ἔλαττον ἰσχυροποιεῖν τὸν τόπον, ἀπέχοντα μὲν Ἱεροσολύμων μιᾶς ὁδὸν ἡμέρας, εὔχρηστον δʼ ὄντα καὶ κοινὸν ἐπί τε τοῖς ἐν τῇ πόλει καὶ τῇ χώρᾳ γενησόμενον. τῷ δὲ ἔθνει παντὶ φρούριον ἐνῳκοδόμησεν τὸ πάλαι μὲν καλούμενον Στράτωνος πύργον, Καισάρειαν δʼ ὑπʼ αὐτοῦ προσαγορευθέν. ἔν τε τῷ μεγάλῳ πεδίῳ τῶν ἐπιλέκτων ἱππέων περὶ αὐτὸν ἀποκληρώσας χωρίον συνέκτισεν ἐπί τε τῇ Γαλιλαίᾳ Γάβα καλούμενον καὶ τῇ Περαίᾳ τὴν Ἐσεβωνῖτιν. ταῦτα μὲν οὖν ἐν τοῖς κατὰ μέρος αἰεί τι πρὸς ἀσφάλειαν ἐπεξευρίσκων καὶ διαλαμβάνων φυλακαῖς τὸ πᾶν ἔθνος, ὡς ἥκιστα μὲν ἀπʼ ἐξουσίας εἰς ταραχὰς προπίπτειν, αἷς καὶ μικροῦ κινήματος ἐγγενομένου συνεχὲς ἐχρῶντο, λανθάνειν δὲ μηδʼ εἰ παρακινοῖεν ἐφεστηκότων αἰεί τινων πλησίον, οἳ καὶ γινώσκειν καὶ κωλύειν ἐδύναντο.