Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 296-2
Not analysed yet
τότε δὲ τὴν Σαμάρειαν ὡρμημένος τειχίζειν πολλοὺς μὲν τῶν συμμαχησάντων αὐτῷ κατὰ τοὺς πολέμους, πολλοὺς δὲ τῶν ὁμόρων συμπολίζειν ἐπετήδευεν, ὑπό τε φιλοτιμίας τοῦ νέον ἐγείρειν καὶ διʼ αὐτοῦ πρότερον οὐκ ἐν ταῖς ἐπισήμοις οὖσαν, καὶ μᾶλλον ὅτι πρὸς ἀσφάλειαν αὐτῷ τὸ φιλότιμον ἐπετηδεύετο, τήν τε προσηγορίαν ὑπήλλαττε Σεβαστὴν καλῶν καὶ τῆς χώρας ἀρίστην οὖσαν τὴν πλησίον κατεμέριζεν τοῖς οἰκήτορσιν, ὡς εὐθὺς ἐν εὐδαιμονίᾳ συνιόντας οἰκεῖν,