Ancient Greek · ~2 min
298 to 299
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 298-3-299
Not analysed yet
οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς ἠξίουν ἑκοντὶ τοῦθʼ ὑπομένειν. ὁ δὲ λαβὼν ὅρκους παρʼ αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι τοῖς Παλαιστίνοις.