Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 300-2
Not analysed yet
καὶ γενομένων κατὰ χωρίον, ὃ Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπʼ αὐτῷ γενομένην, πάλαι δʼ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλʼ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας.