Ancient Greek · ~7 min
300 to 305
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 300-4-305
Not analysed yet
ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον. Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ, ἀλλʼ ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα ὡς ἐπʼ ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων ἐγένετο, καὶ καθʼ ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις προσετίθει. καὶ τελευταῖον τὴν στρατιὰν παραλαβὼν πάλιν ἐπῆλθε πόλει τινὶ τῶν οὐκ ἀφανῶν Ἀρμαθῶνι τοὔνομα σταδίους ἀπεχούσῃ Ἱεροσολύμων τεσσαράκοντα, καὶ καταλαβόμενος αὐτὴν ὠχύρου προδιεγνωκὼς καταλιπεῖν ἐν αὐτῇ δύναμιν, ἵνʼ ἐκεῖθεν ὡρμημένοι τὴν Ἀσάνου βασιλείαν κακώσωσι. Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπʼ αὐτῷ βασιλευομένην ἅπασαν ὁ καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς. ὁ δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας εἰς τὰς ὑπʼ αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες, τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς.