Ancient Greek · ~7 min
306 to 311
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 306-3-311
Not analysed yet
ταῦτʼ ἀκούσας ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις κακουμένοις ἀνέστρεψεν, ὁ δʼ Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπʼ αὐτοῦ πρὸς οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, ἡ μὲν Γαβαὰ ἐκαλεῖτο, ἡ δὲ Μασταφάς. καὶ μετὰ ταῦτα καιρὸν οὐκ ἔσχεν ὁ Βασάνης τῆς ἐπὶ τὸν Ἄσανον στρατείας· ἐφθάσθη γὰρ ὑπὸ τοῦ χρεὼν καὶ θάπτεται μὲν ἐν Θαρσῇ πόλει, παραλαμβάνει δʼ αὐτοῦ τὴν ἀρχὴν παῖς Ἤλανος. οὗτος ἄρξας ἐπʼ ἔτη δύο τελευτᾷ φονεύσαντος αὐτὸν ἐξ ἐπιβουλῆς Ζαμβρίου τοῦ ἱππάρχου τῆς ἡμισείας τάξεως· κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας ἐπιδραμεῖν τῶν ὑφʼ αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε διʼ αὐτῶν μεμονωμένον τῶν περὶ αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων· οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης ἐγίνοντο τῆς Παλαιστίνων. Φονεύσας δὲ τὸν Ἤλανον ὁ ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦς προφητείαν διαφθείρει· τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν. ἡ δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ. Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς ὁ τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει ὁ Ἀμαρῖνος τοῦ ὄχλου.