Ancient Greek
309 to 316
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 309-2-316
Not analysed yet
ἡ δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτʼ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπʼ αὐτόν. ὁ δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ ἡ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ. τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν. ὡς δʼ οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον ὁ Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, ἐμοῦ, φησίν, ὁ θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ· τὴν γὰρ ἰσχὺν εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν . ταῦτα μαθοῦσα καὶ στερήσασα τῆς κόμης αὐτὸν παραδιδοῖ τοῖς πολεμίοις οὐκέτʼ ὄντα ἰσχυρὸν ἀμύνασθαι τὴν ἔφοδον αὐτῶν. οἱ δʼ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμοὺς δεδεμένον ἄγειν παρέδοσαν. Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο ἡ κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δʼ ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων ὁ Σαμψὼν εἰς τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον. ὁ δὲ δεινότερον τῶν κακῶν ὑπολαμβάνων τὸ μὴ δύνασθαι ὑβριζόμενος ἀμύνασθαι, τὸν χειραγωγοῦντα παῖδα πείθει, προσαναπαύσασθαι χρῄζειν εἰπὼν ὑπὸ κόπου, τοῖς κίοσιν αὐτὸν ἐγγὺς ἀγαγεῖν. ὡς δὲ ἧκεν, ἐνσεισθεὶς αὐτοῖς ἐπικαταβάλλει τὸν οἶκον ἀνατραπέντων τῶν κιόνων τρισχιλίοις ἀνδράσιν, οἳ πάντες ἀπέθανον, ἐν αὐτοῖς δὲ καὶ Σαμψών. καὶ τὸν μὲν τοιοῦτον κατέσχε τέλος ἄρξαντα τῶν Ἰσραηλιτῶν εἴκοσιν ἔτη.