Ancient Greek
301 to 308
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 301-2-308
Not analysed yet
Σαμψὼν δὲ μεῖζον ἢ χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δʼ ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δʼ εἰς φυγὴν τραπῆναι διὰ τοῦ παρʼ αὐτοῦ δέους αὐχῶν. δίψους δʼ αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ. καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς ὁ θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται. Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ λάθῃ. Σαμψὼν δέ, οὐ γὰρ λανθάνουσιν αὐτὸν ταῦτα μηχανησάμενοι, περὶ μεσοῦσαν ἤδη τὴν νύκτα ἀναστὰς ἐνράσσει ταῖς πύλαις, αὐταῖς τε φλιαῖς καὶ μοχλοῖς ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις ἀράμενος κατωμαδὸν εἰς τὸ ὑπὲρ Ἑβρῶνος ὄρος φέρων κατατίθησιν. Παρέβαινε δʼ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτʼ αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ. καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἡ δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν. ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο.