Ancient Greek · ~7 min
311 to 318
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 311-2-318
Not analysed yet
Ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος. ἔπειτα πάνθʼ ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατʼ εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δʼ αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. ὁ μέντοι θεὸς ὁ κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν· ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. μᾶλλον δʼ αὐτὸς ἦν ὁ καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. ἀνθʼ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, ᾧ μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν.