Ancient Greek · ~7 min
319 to 325
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 319-2-325
Not analysed yet
ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε. Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετʼ εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπʼ αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρʼ αὐτὴν τὴν ἡλικίαν συνίεσαν. ἦν δὲ κατʼ ἐπίνοιαν τοῖς τε νέοις καὶ προηβηκόσιν ἡ ἅμιλλα τῆς λύπης· οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ. τὴν δʼ ὑπερβολὴν τῆς τοῦ πλήθους οἰμωγῆς καὶ τῶν ὀδυρμῶν τεκμαίροιτο ἄν τις ἐκ τοῦ συμβάντος τῷ νομοθέτῃ· καὶ γὰρ πεπεισμένος ἅπαντι τῷ χρόνῳ μὴ δεῖν ἐπὶ μελλούσῃ τελευτῇ κατηφεῖν, ὡς κατὰ βούλησιν αὐτὸ πάσχοντας θεοῦ καὶ φύσεως νόμῳ, ἐπὶ τοῖς ὑπὸ τοῦ λαοῦ πραττομένοις ἐνικήθη δακρῦσαι. πορευομένῳ δʼ ἔνθεν οὗ ἔμελλεν ἀφανισθήσεσθαι πάντες εἵποντο δεδακρυμένοι, καὶ Μωυσῆς τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἠρεμοῦντας ἐκέλευε, τὸ δʼ ἔγγιον λόγοις παρεκάλει μὴ ποιεῖν αὐτῷ δακρυτὴν τὴν ἀπαλλαγὴν ἑπομένους. οἱ δὲ καὶ τοῦτʼ αὐτῷ χαρίζεσθαι κρίνοντες τὸ κατὰ βούλησιν ἀπελθεῖν αὐτῷ τὴν ἰδίαν ἐφεῖναι κατέχουσιν ἑαυτοὺς ἐν ἀλλήλοις δακρύοντες. μόνη δʼ ἡ γερουσία προύπεμψεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ὁ στρατηγὸς Ἰησοῦς. ὡς δʼ ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπʼ αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν.