Ancient Greek · ~3 min
312 to 313
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 312-2-313
Not analysed yet
τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν ὁ Ἀμαρῖνος ἔτη δώδεκα· τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δʼ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφʼ ᾧ κατεσκεύασε τὴν πόλιν Σωμάρου. διέφερε δʼ οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἢ τῷ χείρων αὐτῶν εἶναι· ἅπαντες γὰρ ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθʼ ἡμέραν ἀσεβήμασι καὶ διὰ τοῦτο διʼ ἀλλήλων αὐτοὺς ὁ θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δʼ αὐτὸν ὁ παῖς Ἄχαβος.