Ancient Greek · ~7 min
327 to 334
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 327-334
Not analysed yet
καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν. νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους. καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, ἃ δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν. ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις. Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος, ὃ δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου. ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτʼ εἰπὸν ἀφανὲς γίνεται. ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει τὸν τόπον, ὃ σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται τῆς τούτου βρώσεως καὶ διʼ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον.