Ancient Greek · ~2 min
335 to 336
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 335-336
Not analysed yet
Πλησίον δʼ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι τῶν γυναικῶν ἑκατέραν κατʼ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν Ἡσαῦς, προσεκύνει δʼ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα. καὶ ὁ Ἡσαῦς ἀσπασάμενος αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας, ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν· ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως .