Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 337
Not analysed yet
Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν· Χαναναίων δʼ ἐστὶν ἡ πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν. θεασάμενος δʼ αὐτὴν Συχέμμης ὁ Ἐμμώρου τοῦ βασιλέως υἱὸς φθείρει διʼ ἁρπαγῆς καὶ διατεθεὶς ἐρωτικῶς ἱκετεύει τὸν πατέρα λαβεῖν αὐτῷ πρὸς γάμον τὴν κόρην.