Ancient Greek · ~6 min
339 to 343
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 339-343
Not analysed yet
ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατʼ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπʼ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον. Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρʼ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπʼ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον, ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς ἃ διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθʼ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ ἠπίστατο, φύσει τῶν ἀνθρώπων ἢ πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, ἢ παρʼ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων. καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδʼ ἐφʼ ᾧ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι· τὸν δὲ πόλεσι καὶ δήμοις καὶ ἔθνεσι συμφέροντα λόγον καὶ προσήκοντα τοῖς ἀγαθοῖς, ὑφʼ οὗ προαχθήσονται πάντες ἀρετὴν διώξειν καὶ ζηλοῦν δόξαν καὶ μνήμην αἰώνιον παρασχεῖν δυνησόμενον, ποιήσομαι, πολλὴν καὶ βασιλεῦσιν ἐθνῶν καὶ ἄρχουσι πόλεων ἐπιθυμίαν καὶ σπουδὴν τῶν καλῶν ἐνθήσοντα, καὶ πρός τε κινδύνους καὶ τὸν ὑπὲρ τῶν πατρίδων θάνατον προτρεψόμενον, καὶ πάντων καταφρονεῖν διδάξοντα τῶν δεινῶν.