Ancient Greek · ~2 min
344 to 345
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 344-345
Not analysed yet
ἔχω δʼ αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἑβραίων βασιλέα· οὗτος γὰρ καίπερ εἰδὼς τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότος οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσας προδοῦναι μὲν τοὺς οἰκείους τοῖς πολεμίοις καθυβρίσαι δὲ τὸ τῆς βασιλείας ἀξίωμα, ἀλλὰ παραδοὺς αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖς κινδύνοις καλὸν ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενος, καὶ τοὺς παῖδας ἀποθανεῖν μᾶλλον ἀγαθοὺς ὄντας, ἢ καταλιπεῖν ἐπʼ ἀδήλῳ τῷ ποδαποὶ γενήσονται τὸν τρόπον· διάδοχον γὰρ καὶ γένος τὸν ἔπαινον καὶ τὴν ἀγήρω μνήμην ἕξειν.