Ancient Greek · ~7 min
351 to 356
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 351-2-356
Not analysed yet
πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ, γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθʼ ἡμέραν καὶ σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ. καὶ γενομένης ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων Ἀζάηλον· ἀντʼ αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπʼ αὐτοῦ γενήσεσθαι ἐκ πόλεως Ἀβέλας· διαφθερεῖ δὲ τοῦ ἀσεβοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ Ἰηοῦς. ὁ δʼ Ἠλίας ὑποστρέφει ταῦτʼ ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετʼ αὐτοῦ τινας ἄλλους ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον. ὁ δʼ Ἐλισσαῖος εὐθέως προφητεύειν ἤρξατο καὶ καταλιπὼν τοὺς βόας ἠκολούθησεν Ἠλίᾳ. δεηθεὶς δὲ συγχωρῆσαι αὐτῷ τοὺς γονεῖς ἀσπάσασθαι κελεύοντος τοῦτο ποιεῖν ἀποταξάμενος αὐτοῖς εἵπετο καὶ ἦν Ἠλίου τὸν ἅπαντα χρόνον τοῦ ζῆν καὶ μαθητὴς καὶ διάκονος. καὶ τὰ μὲν περὶ τοῦ προφήτου τούτου τοιαῦτα ἦν. Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. λυπηθεὶς δʼ ὡς ἐφʼ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δʼ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, ὅ τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου.