Ancient Greek · ~4 min
357 to 360
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 357-360
Not analysed yet
ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβώθου τιμωρίας. καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. καὶ Νάβωθος μέν, ὡς ἔγραψεν ἡ βασίλισσα, οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν. ὁ δὲ Ἄχαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβώθου. ἀγανακτήσας δʼ ὁ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως.