Ancient Greek
366 to 372
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 366-2-372
Not analysed yet
ὁ δʼ Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ αὐτὸς καὶ οἱ ἑκείνου πάντες κτήματά εἰσιν αὐτοῦ. ταῦτα δʼ ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπʼ αὐτοῦ δούλους, οἷς ἐρευνήσασι τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν ὅ τι ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον, τὰ δʼ ἀπαρέσαντα σοὶ καταλείψουσιν. Ἄχαβος δʼ ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης παραχωρῆσαι κτήσεως· ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον ὁ Σύρος. νῦν δʼ ἠξίωκε δούλους πέμψαι τάς τε πάντων οἰκίας ἐρευνῆσαι καὶ μηδὲν ἐν αὐταῖς καταλιπεῖν τῶν καλλίστων κτημάτων πρόφασιν βουλόμενος πολέμου λαβεῖν, εἰδὼς ὅτι τῶν μὲν ἐμαυτοῦ διʼ ὑμᾶς οὐκ ἂν φεισαίμην, ἀφορμὴν δʼ ἐκ τοῦ περὶ τῶν ὑμετέρων ἀηδοῦς πραγματευόμενος εἰς τὸ πολεμεῖν· ποιήσω γε μὴν τὰ ὑμῖν δοκοῦντα. τὸ δὲ πλῆθος μὴ δεῖν ἀκούειν τῶν κατʼ αὐτὸν ἔλεγεν, ἀλλὰ καταφρονεῖν καὶ πρὸς τὸ πολεμεῖν ἑτοίμως ἔχειν. τοῖς οὖν πρεσβευταῖς ἀποκρινάμενος λέγειν ἀπελθοῦσιν, ὅτι τοῖς τὸ πρῶτον ἀξιωθεῖσιν ὑπʼ αὐτοῦ καὶ νῦν ἐμμένει τῆς τῶν πολιτῶν ἀσφαλείας ἕνεκα πρὸς δὲ τὴν δευτέραν ἀξίωσιν οὐχ ὑπακούει, ἀπέλυσεν αὐτούς. Ὁ δʼ Ἄδαδος ἀκούσας ταῦτα καὶ δυσχεράνας τρίτον ἔπεμψε πρὸς Ἄχαβον τοὺς πρέσβεις ἀπειλῶν ὑψηλότερον τῶν τειχῶν οἷς καταφρονεῖ χῶμα τούτοις ἐπεγείρειν αὐτοῦ τὴν στρατιὰν κατὰ δράκα λαμβάνουσαν, ἐμφανίζων αὐτῷ τῆς δυνάμεως τὸ πλῆθος καὶ καταπληττόμενος. τοῦ δʼ Ἀχάβου μὴ καυχᾶσθαι δεῖν ἀποκριναμένου καθωπλισμένον ἀλλὰ τῇ μάχῃ κρείττω γενόμενον, ἐλθόντες οἱ πρέσβεις καὶ δειπνοῦντα καταλαβόντες τὸν βασιλέα μετὰ τριάκοντα καὶ δύο βασιλέων συμμάχων ἐδήλωσαν αὐτῷ τὴν ἀπόκρισιν· ὁ δʼ εὐθέως τοῦτο προσέταξε καὶ περιχαρακοῦν τὴν πόλιν καὶ χώματα βάλλεσθαι καὶ μηδένα τρόπον ἀπολιπεῖν πολιορκίας.