Ancient Greek · ~5 min
373 to 377
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 373-377
Not analysed yet
ἦν δʼ Ἄχαβος τούτων πραττομένων ἐν ἀγωνίᾳ δεινῇ σὺν παντὶ τῷ λαῷ· θαρρεῖ δὲ καὶ τῶν φόβων ἀπολύεται προφήτου τινὸς αὐτῷ προσελθόντος καὶ φήσαντος αὐτῷ τὸν θεὸν ὑπισχνεῖσθαι ποιήσειν τὰς τοσαύτας τῶν πολεμίων μυριάδας ὑποχειρίους. πυθομένῳ δέ, διὰ τίνων ἂν ἡ νίκη γένοιτο, διὰ τῶν παίδων, εἶπε, τῶν ἡγεμόνων ἡγουμένου σοῦ διὰ τὴν ἀπειρίαν ἐκείνων. καλέσαντος δὲ τοὺς τῶν ἡγεμόνων υἱούς, εὑρέθησαν δʼ ὡς διακόσιοι καὶ τριακονταδύο, μαθὼν τὸν Σύρον πρὸς εὐωχίαν καὶ ἄνεσιν τετραμμένον ἀνοίξας τὰς πύλας ἐξέπεμψε τοὺς παῖδας. τῶν δὲ σκοπῶν δηλωσάντων τοῦτο τῷ Ἀδάδῳ πέμπει τινὰς ὑπαντησομένους ἐντειλάμενος, ἂν μὲν εἰς μάχην ὦσι προεληλυθότες, ἵνα δήσαντες ἀγάγωσι πρὸς αὐτόν, ἂν δʼ εἰρηνικῶς, ὅπως ταὐτὸ ποιῶσιν. εἶχε δʼ ἑτοίμην Ἄχαβος καὶ τὴν ἄλλην στρατιὰν ἐντὸς τῶν τειχῶν. οἱ δὲ τῶν ἀρχόντων παῖδες συμβαλόντες τοῖς φύλαξι πολλοὺς αὐτῶν ἀποκτείνουσι καὶ τοὺς ἄλλους ἄχρι τοῦ στρατοπέδου διώκουσιν. ἰδὼν δὲ τούτους νικῶντας ὁ βασιλεὺς ἐξαφίησι καὶ τὴν ἄλλην στρατιὰν ἅπασαν. ἡ δʼ αἰφνιδίως ἐπιπεσοῦσα τοῖς Σύροις ἐκράτησεν αὐτῶν, οὐ γὰρ προσεδόκων αὐτοὺς ἐπεξελεύσεσθαι, καὶ διὰ τοῦτο γυμνοῖς καὶ μεθύουσι προσέβαλλον, ὥστε τὰς πανοπλίας ἐκ τῶν στρατοπέδων φεύγοντας καταλιπεῖν καὶ τὸν βασιλέα σωθῆναι μόλις ἐφʼ ἵππου ποιησάμενον τὴν φυγήν.