Ancient Greek
368 to 373
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 368-373
Not analysed yet
Μετὰ ταῦτα διεμέρισε τὴν στρατιὰν εἰς δώδεκα μοίρας σὺν ἡγεμόσι καὶ ἑκατοντάρχοις καὶ ταξιάρχαις. εἶχεν δʼ ἑκάστη τῶν μοιρῶν δισμυρίους καὶ τετρακισχιλίους, ὧν ἐκέλευσε προσεδρεύειν κατὰ τριάκονθʼ ἡμέρας ἀπὸ τῆς πρώτης ἕως τῆς ὑστάτης Σολόμωνι τῷ βασιλεῖ σὺν τοῖς χιλιάρχοις καὶ ἑκατοντάρχοις. κατέστησε δὲ καὶ ἄρχοντα ἑκάστης μοίρας ὃν ἀγαθὸν ᾔδει καὶ δίκαιον, ἐπιτρόπους τε τῶν θησαυρῶν καὶ κωμῶν καὶ ἀγρῶν ἄλλους καὶ κτηνῶν, ὧν οὐκ ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ὡς δʼ ἕκαστα τούτων κατὰ τὸν προειρημένον διέταξε τρόπον, εἰς ἐκκλησίαν συγκαλέσας τοὺς ἄρχοντας τῶν Ἑβραίων καὶ τοὺς φυλάρχους καὶ τοὺς ἡγεμόνας τῶν διαιρέσεων καὶ τοὺς ἐπὶ πάσης πράξεως ἢ κτήσεως τοῦ βασιλέως τεταγμένους, στὰς ἐφʼ ὑψηλοτάτου βήματος ὁ βασιλεὺς ἔλεξε πρὸς τὸ πλῆθος· ἀδελφοὶ καὶ ὁμοεθνεῖς, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι ναὸν οἰκοδομῆσαι τῷ θεῷ διανοηθεὶς χρυσόν τε πολὺν παρεσκευασάμην καὶ ἀργύρου ταλάντων μυριάδας δέκα, ὁ δὲ θεὸς ἐκώλυσέ με διὰ τοῦ προφήτου Νάθα διά τε τοὺς ὑπὲρ ὑμῶν πολέμους καὶ τῷ φόνῳ τῶν ἐχθρῶν μεμιάνθαι τὴν δεξιάν, τὸν δὲ υἱὸν ἐκέλευσε τὸν διαδεξόμενον τὴν βασιλείαν κατασκευάσαι τὸν ναὸν αὐτῷ. νῦν οὖν ἐπεὶ καὶ τῷ προγόνῳ ἡμῶν Ἰακώβῳ δυοκαίδεκα παίδων γενομένων ἴστε τὸν Ἰούδαν ἀποδειχθέντα βασιλέα, καὶ ἐμὲ τῶν ἀδελφῶν ἓξ ὄντων προκριθέντα καὶ τὴν ἡγεμονίαν λαβόντα παρὰ τοῦ θεοῦ καὶ μηδένα τούτων δυσχεράναντα, οὕτως ἀξιῶ κἀγὼ τοὺς ἐμαυτοῦ παῖδας μὴ στασιάζειν πρὸς ἀλλήλους Σολόμωνος τὴν βασιλείαν παρειληφότος, ἀλλʼ ἐπισταμένους ὡς ὁ θεὸς αὐτὸν ἐξελέξατο φέρειν ἡδέως αὐτὸν δεσπότην. οὐ δεινὸν γὰρ θεοῦ θέλοντος οὐδʼ ἀλλοτρίῳ κρατοῦντι δουλεύειν, χαίρειν δʼ ἐπʼ ἀδελφῷ ταύτης τυχόντι τῆς τιμῆς προσῆκεν ὡς κοινωνοῦντας αὐτῆς. εὔχομαι δὴ τὰς ὑποσχέσεις τοῦ θεοῦ παρελθεῖν εἰς τέλος καὶ τὴν εὐδαιμονίαν ταύτην ἀνὰ πᾶσαν τὴν χώραν σπαρῆναι καὶ τὸν ἅπαντα ταύτῃ παραμεῖναι χρόνον, ἣν αὐτὸς ἐπηγγείλατο παρέξειν ἐπὶ Σολόμωνος βασιλέως.