Ancient Greek · ~6 min
374 to 379
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 374-379
Not analysed yet
ἔσται δὲ ταῦτα βέβαια καὶ καλὸν ἕξει πέρας, ἂν εὐσεβῆ καὶ δίκαιον αὑτὸν καὶ φύλακα τῶν πατρίων παρέχῃς νόμων, ὦ τέκνον· εἰ δὲ μή, τὰ χείρω προσδοκάτω ταῦτα παραβαίνων. Ὁ μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο, τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε Σολόμωνι θεμελίων καὶ οἴκων ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν ὥρισε. προσπαρώρμησε δὲ καὶ λόγοις αὐτόν τε πάσῃ χρήσασθαι προθυμίᾳ περὶ τὸ ἔργον καὶ τοὺς ἄρχοντας καὶ τὴν Ληουιτῶν φυλὴν συναγωνίσασθαι διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ τὸν θεὸν ἐκεῖνον ἑλέσθαι καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ τῆς βασιλείας προστάτην. εὐμαρῆ δʼ αὐτοῖς καὶ οὐ σφόδρα ἐπίπονον τὴν οἰκοδομίαν ἀπέφαινεν αὐτοῦ μὲν πολλὰ τάλαντα χρυσοῦ πλείω δʼ ἀργύρου καὶ ξύλα καὶ τεκτόνων πλῆθος καὶ λατόμων ἤδη παρεσκευασμένου σμαράγδου τε καὶ πάσης ἰδέας λίθου πολυτελοῦς· καὶ νῦν δʼ ἔτι τῆς ἰδίας ἀπαρχὴν διακονίας ἄλλα τρισχίλια τάλαντα χρυσοῦ καθαροῦ παρέξειν ἔλεγεν εἰς τὸ ἄδυτον καὶ εἰς τὸ ἅρμα τοῦ θεοῦ τοὺς Χερουβεῖς, οὓς ἐφεστάναι δεήσει τὴν κιβωτὸν καλύπτοντας. σιωπήσαντος δὲ τοῦ Δαυίδου πολλὴ καὶ τῶν ἀρχόντων καὶ τῶν ἱερέων καὶ τῆς Ληουίτιδος φυλῆς προθυμία συμβαλλομένων καὶ ποιουμένων ἐπαγγελίας λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἐγένετο· χρυσοῦ μὲν γὰρ ὑπέστησαν εἰσοίσειν τάλαντα πεντακισχίλια καὶ στατῆρας μυρίους, ἀργυρίου δὲ μύρια τάλαντα, καὶ σιδήρου μυριάδας ταλάντων πολλάς· καὶ εἴ τινι λίθος ἦν πολυτελὴς ἐκόμισε καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς, ὧν ἐπετρόπευεν ὁ Μωυσέος ἔκγονος Ἴαλος.